Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.204 Joseph. AJ 16.210 (English) >>Joseph. AJ 16.215

16.208οὐκ ἐκαρτέρησέν τε τὴν ὀδύνην τοῦ πράγματος, ἀλλὰ ἐλθὼν πρὸς τὸν πατέρα καταμηνύει τὰ ὑπὸ τοῦ Φερώρα ῥηθέντα μετὰ δακρύων. Ἡρώδης δὲ πολὺ μᾶλλον ἐκπαθὴς γενόμενος καὶ τὸ σὺν αἰσχύνῃ τῆς διαβολῆς ἐψευσμένον οὐ φέρων ἐτετάρακτο. 16.209καὶ πολλάκις μὲν ὠδύρετο τὴν πονηρίαν τῶν οἰκείων οἷος εἰς αὐτοὺς γενόμενος οἵων τυγχάνοι, μεταπέμπεται δὲ τὸν Φερώραν καὶ προσονειδίσαςκάκιστε πάντων, εἶπεν, εἰς τοῦτο τῆς ἀμέτρου καὶ περιττῆς ἦλθες ἀχαριστίας, ὡς τοιαῦτα μὲν περὶ ἡμῶν νοῆσαι, τοιαῦτα δὲ λαλεῖν; 16.210ἆρʼ οὐχ ὁρῶ τὴν σὴν προαίρεσιν, ὡς οὐ βλασφημίας ἐστοχασμένος τοὺς τοιούτους λόγους τῷ παιδὶ προσήνεγκας, ἐπιβουλὴν δὲ καὶ φάρμακον αὐτοὺς ποιούμενος τῆς ἐμῆς ἀπωλείας; τίς γὰρ ἄν, εἰ μὴ δαιμόνων ἀγαθῶν ἔτυχεν, ὥσπερ οὗτος παῖς, ἠνέσχετο τὸν πατέρα μὴ τίσασθαι διὰ τοιαύτην ὑποψίαν; 16.211πότερον δὲ λόγον εἰς τὴν ψυχὴν ξίφος εἰς τὴν δεξιὰν ἐμβαλεῖν αὐτῷ δοκεῖς κατὰ τοῦ γεγεννηκότος; τί δέ σοι βούλεται τὸ μισοῦντά τε αὐτὸν καὶ τὸν ἀδελφὸν αὐτοῦ πρὸς μόνην τὴν κατʼ ἐμοῦ βλασφημίαν εὔνοιαν ὑποκρίνασθαι καὶ περὶ τούτων λέγειν, τῆς σῆς ἀσεβείας ἦν καὶ νοῆσαι καὶ διαβαλεῖν; 16.212ἔρρε κάκιστος εἰς εὐεργέτην καὶ ἀδελφὸν γενόμενος. καὶ σοὶ μὲν συνείδησις αὕτη συζήσειεν, ἐγὼ δὲ νικῴην ἀεὶ τοὺς ἐμοὺς μήτε ἀμυνόμενος κατʼ ἀξίαν καὶ μειζόνως εὐεργετῶν τυχεῖν εἰσι δίκαιοι.”


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.204 Joseph. AJ 16.210 (English) >>Joseph. AJ 16.215

Powered by PhiloLogic